Κυριακή των Βαΐων στον Ι. Ναό του Αγίου Ραφαήλ Τρίπολης (ΦΩΤΟ)
Άρχων (11319 Άρθρα)
Κοινοποιήστε

Κυριακή των Βαΐων στον Ι. Ναό του Αγίου Ραφαήλ Τρίπολης (ΦΩΤΟ)

«Τήν κοινήν ἀνάστασιν, πρό τοῦ σοῦ Πάθουςπιστούμενος, ἐκ νεκρῶν ἤγειρας τόν Λάζαρον, Χριστέ ὁ Θεός· ὅθεν καί ἡμεῖς ὡς οἱ Παῖδες, τά τῆς νίκης σύμβολαφέροντες, σοί τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννά ἐντοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου».

Τήν Κυριακή τῶν Βαΐων, 1η Ἀπριλίου 2018, ὁ Σεβ.Μητροπολίτης Μαντινείας καί Κυνουρίας κ.κ.ΑΛΕΞΑΝΔΡΟΣ, προεξῆρχε στόν Ὄρθρο καί τέλεσε τή Θεία Λειτουργιά, εὐλογώντας τά Βάγια, στόν Ἱερό Ναό Ἁγίου Ραφαήλ Τριπόλεως, ἐνῶ τό ἑσπέρας θά χοροστατήσει στήν Ἀκολουθία τοῦ Ὄρθρου – Νυμφίου στήν Ἐνορία Παναγίας Γιάτρισσας Τριπόλεως.

Κατά τήν ιη΄ τοῦ Μαρτίου, ἐν ἡμέρᾳ Κυριακῆ, πέντε ἡμέρας πρό τοῦ νομικοῦ Πάσχα, ἐρχόμενος ὁ Ἰησοῦς ἀπό τῆς Βηθανίας εἰς Ἱεροσόλυμα, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ καί ἔφερον πρός αὐτόν ὀνάριον, καί καθίσας ἐπ’ αὐτοῦ εἰσήρχετο εἰς τήν πόλιν.

Τό δέ ἐν αὐτῇ πλῆθος τοῦ λαοῦ, ἀκούσαντες ὅτι ὁ Ἰησοῦς ἔρχεται, λαβόντες εὐθύς εἰς τάς χεῖρας αὐτῶν βαΐα τῶν φοινίκων, ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ, καί ἄλλοι μένδιά τῶν ἑαυτῶν ἱματίων, ἄλλοι δέ κόπτοντες κλάδους ἀπότῶν δένδρων, ἐστρώννυον τήν ὁδόν, δι’ ἧς ὁ Ἰησοῦςἔμελλε διέρχεσθαι, καί πάντες ὁμοῦ, καί αὐτά ἔτι τά νήπια, προπορευόμενοι καί ἀκολουθοῦντες, ἔκραζον λέγοντες· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ Βασιλεύς τοῦ Ἰσραήλ.

Καί ταύτην μέν τήν λαμπράν καί ἔνδοξον πανήγυριντῆς εἰς Ἱερουσαλήμ εἰσόδου τοῦ Κυρίου ἡμῶν ἑορτάζομεν σήμερον.

Ἐσήμαινον δέ τά μέν βαΐα, τουτέστιν οἱ ἁπαλοί τῶνφοινίκων κλάδοι, τήν κατά τοῦ διαβόλου καί τοῦ θανάτου νίκην τοῦ Χριστοῦ. Τό δέ Ὡσαννά ἑρμηνεύεται σῶσον παρακαλῶ, ἤ, σῶσον δή. Τό δέ πωλάριον τοῦ ὄνου, καί τό κάθισμα τοῦ Ἰησοῦ ἐπ’ αὐτοῦ, ζῴου ἀδάμαστου ἔτι καί κατά τόν νόμον ἀκαθάρτου, ἐσήμαινε τήν πρώτην ἀκαθαρσίαν καί ἀγριότητα τῶν ἐθνῶν, καί τήν μετά ταῦτα ὑποταγήν αὐτῶν εἰς τόν ἅγιον τοῦ Εὐαγγελίου νόμον.

 

Ι. Μ. Μαντινείας

Εκτύπωση